Aesop's Fables: Babrius
Babrius 139 = Perry
358
Ὄνος λεοντῆν ἰσχίοις ἐφαπλώσας
ἔφασκεν εἶναι πᾶσι φοβερὸς ἀνθρώποις·
σκιρτῶν δ' ἐπήδα, καὶ φυγὴ μὲν ἀνθρώπων
δι' αὐτὸν ἦν, φυγὴ δὲ ποιμνίων πάντων.
ἀνέμου δ' ἀέντος, τῆς δορῆς δὲ τοῦ νώτου
ἀπορρυείσης ὄνος ἐὼν ἐφωράθη.
καὶ τις πρὸς αὐτὸν εἶπε τῷ ξύλῳ παίων·
"ὄνος πεφυκὼς μὴ λέοντα μιμήσῃ."
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|