<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 136 = Perry 363

Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτης
γενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν.
τοῦτον καθ' ὕπνους ὑπὸ λέοντος ᾠήθη
θανόντα κεῖσθαι· καὶ φοβούμενος μήπως
ὕπαρ γένηται καὶ τὸ φάσμ' ἀληθεύσῃ,
κάλλιστον οἶκον ἐξελέξατ' ἀνδρῶνα,
ὑψηλὸν, εὐδμητὸν τε χἠλίου πλήρη,
κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας.
χὤπως ἔχῃ τι βουκόλημα τῆς λύπης
ἐνέθηκε τοίχοις ποικίλας γραφὰς ζώων,
ἐν οἷς ἅπασι καὶ λέων ἐμορφώθη.
ὁρῶντα δ' αὐτὸν μᾶλλον εἶχεν ἡ λύπη
καὶ δή ποθ' ἑστὼς τοῦ λέοντος οὐ πόρρω
"κάκιστε θηρῶν" εἶπεν "ὡς σὺ τὸν ψεύστην
ὄνειρον ἄλλως ὄμμασιν πατρὸς δείξας
ἔχεις με φρουρῇ περιβαλὼν γυναικείῃ.
τί δὴ 'πὶ σοὶ λόγοισιν εἶμι κοὐκ ἔργον
ποιῶ βίαιον;" τῷ δὲ φρουρίου τοίχῳ
ἐπέβαλε χεῖρας τὸν λέοντα τυφλώσων,
σκόλοψ ἀποσχισθείς δὲ τοῦ ξύλου τούτῳ
ἔδυν' ὑπ' ὄνυχα, χὠ πατὴρ καθαιμώδους
φλογώσεως τὰς σάρκας εὐθὺς εἰσδύσης
ἅπαντα ποιῶν ἤνυς' οὐδὲν ὁ τλήμων·
θέρμη δ' ἐπ' αὐτοῖς υἱὸν ἄχρι βουβώνων
ἀνῆψεν ὅστε τὸν βίον τελευτῆσαι.
ὁ πρέσβυς οὕτως οὐκ ἔσωσε τὸν παῖδα
μέλλοντα θνῄσκειν ὑπὸ λέοντος ἀψύχου.
Ἅ σοι πέπρωται ταῦτα τλῆθι γενναίως
καὶ μὴ σοφίζου· τὸ χρεὼν γὰρ οὐ φεύξῃ.


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.