<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 134 = Perry 362

Οὐρή ποτ' ὄφεως οὐκέτ' ἠξίου πρώτην
κεφαλὴν βαδίζειν οὐδ' ἐφείπεθ' ἑρπούσῃ·
"κἀγὼ γάρ" εἶπεν "ἐν μέρει προηγοίμην."
τὰ λοιπὰ δὲ μέλε' εἶπεν "οὐχὶ σιγήσῃ;
πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμας
ἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζώων
τὰ πορευτὰ βαίνει πᾶν τε κῶλον εὐθύνει;"
τὴν δ' οὐκ ἔπειθε, τὸ φρονοῦν δ' ἐνικήθη
τῷ μὴ φρονοῦντι· λοιπὸν ἦρχε τῶν πρώτων
τὤπισθεν, οὐρὴ δ' ἡγεμὼν καθειστήκει
σύρουσα τυφλῇ πᾶν τὸ σῶμα κινήσει·
κοῖλον δὲ πέτρης εἰς βάραθρον ἠνέχθη
καὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει.
σαίνουσα δ' ἑκέτευεν ἡ πρὶν αὐθάδης·
"δέσποινα κεφαλή, σῶσον εἰ θέλεις, ἥμας·
κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην.
εἰς πρῶτον οὖν μᾶλλόν με σοι καθιστάσῃ
ἐγὼ προσέξω," φησί, "μή ποτ' ἀρχούσης
ἐμοῦ τι δόξῃς ὕστερον κακῶν κύρειν."


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.