<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 130 = Perry 345

Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσα
βουλὰς ἐκίνει ποικίλας, τί ποιήσει.
λύκος δὲ ταύτην πλησίος θεωρήσας
ἐγγὺς προσελθὼν τὸ κρέας λαβεῖν ᾔτει.
ἡ δ' εἶπεν "ἦκε τῇδε καὶ δέχου χαίρων·
φίλος γὰρ εἶ μοι τῶν ἄγαν ἀναγκαίων."
ὁ δ' ἀθρόως ἐπῆλθεν· ὡς δὲ προσκύψας
τὸ σκυτάλιον τ' ἔσεισε καὶ χαλασθείσης
ῥάβδου μέτωπα σύν τε ῥῖνας ἐπλήγη,
"ἀλλ' εἰ τοιαῦτα" φησί "τοῖς φίλοις δώσεις
τὰ δῶρα, πῶς σοί τις φίλος συναντήσει;" 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.