<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 124 = Perry 361

Ὀρνιθοθήρῃ φίλος ἐπῆλθεν ἐξαίφνης,
μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν.
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὁ δ' αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·
"τὸ λοιπόν, ὦ τᾶν, δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;"
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην
ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.
ὁ δ' ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·
"πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ
πότ' ἐννυχεύει χρυσότοξος Ὠπίων;
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;"
κἀκεῖνος εἶπεν· "οἶσθα χρησίμους ὥρας·
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει."
 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.