<< Home Page | Babrius Index

Aesop's Fables: Babrius

Babrius 12 = Perry 277

Ἀγροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη,
εὗρεν δ' ἐρήμοις ἐγκαθημένην ὕλαις
ἀηδόν' ὀξύφωνον· ἡ δ' ἀπεθρήνει
τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.
ἐκ τοῦ μέλους δ' ἔγνωσαν αἱ δύ' ἀλλήλας,
καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν.
χἠ μὲν χελιδὼν εἶπε "φιλτάτη, ζώεις;
πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην.
ἀεί τις ἡμᾶς πικρὸς ἔσχεσεν δαίμων.
[καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων.]
ἀλλ' ἔλθ' ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων·
σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις,
ὅπου γεωργοῖς, οὐχὶ θηρίοις ᾄσεις.
[ὕπαιθρον ὕλην λεῖπε, καὶ παρ' ἀνθρώποις
ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.]
τί σε δροσίζει νῶτον ἔννυχος στίβη,
καὶ καῦμα θάλπει, πάντα καὶ κατακναίει;
ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μὴ σίνου."
τὴν δ' αὖτ' ἀηδὼν ὀξύφωνος ἠμείφθη·
"ἔα με πέτραις ἐμμένειν ἀοικήτοις,
καὶ μή μ' ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς.
μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω·
οἶκος δὲ μοι πᾶς κἀπίμιξις ἀνθρώπων
λύπην παλαιῶν συμφορῶν ἀναξαίνει."
[Παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης
λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους·
λύπη δ' ὅταν τις οἷς ποτ' εὐθενῶν ὤφθη,
τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ.] 


Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.