Aesop's Fables: Babrius
Babrius 107 = Perry
150
Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·
ὁ δ' οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων·
τοιοῖσδε μύθοις ἱκέτευε τονθρύζων
"ἐλάφους πρέπει σοι καὶ κερασφόρους
ταύρους
θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν·
μυὸς δὲ δεῖπνον οὐδ' ἄκρων ἐπιψαῦσαι
χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.
ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω."
γελάσας δ' ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν·
καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις
ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.
ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας,
στερρόν τ' ὀδοῦσι βραχυτάτοις βρόχον
κείρας,
ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.
[Σαφὴς ὁ μῦθος εὖ νοοῦσιν ἀνθρώποις,
σώζειν πένητας, μηδὲ τῶν ἀπελπίζειν,
εἰ καὶ λέοντα μῦς ἔσως' ἀγρευθέντα.]
Ben
Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek
texts of Babrius, with a facing English translation, and an extensive index covering
the Greek and Latin fable tradition. This book is an absolute must for anyone
interested in the Aesopic fable tradition. Invaluable.
|