Aesop's Fables: Aphthonius
Aphthonius 7 = Perry
140
Μῦθος ὁ τῆς παρθένου καὶ τοῦ
λέοντος ἡδονῶν ἀποτρέπων.
Λέων ἤρα παρθένου καὶ προσελθὼν τῷ πατρὶ τῆς παιδὸς ἐγγυῆσαι τὴν κόρην
πρὸς γάμον ἐδεῖτο. δεδιὼς δὲ ὁ πατὴρ ἀπανήνασθαι, μετὰ τῶν ὀδόντων ἐκβαλεῖν
ἐπειρᾶτο τοὺς ὄνυχας, μὴ ταῦτα - λέγων - φόβον τῇ παιδὶ κατεγάσηται: καὶ
πεισθεὶς ὁ λέων ὑπ' ἔρωτος, ἀμυντηρίων πρόσεισι γυμνός, προσιὼν δὲ ροπάλοις
τὴν
τελευτὴν ἀντηλλάσσετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὸν κίνδυνον.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |