Aesop's Fables: Aphthonius
Aphthonius 35
= Perry 133
Μῦθος τοῦ κυνὸς παραινῶν ἀπληστίαν
φεύγειν.
Κρέας ἁρπάσας τις κύων, παρ'
αὐτὴν διῄει τὴν ὄχθην τινὸς ποταμοῦ
καὶ θεωρῶν τὴν σκιὰν διπλασίαν τοῖς
νάμασιν, ὃ μὲν εἶχεν, ἀφῆκεν: πειρώμενος
δὲ λαβεῖν τὸ μεῖζον, συνδιαμαρτάνει
μετὰ τοῦ μετρίου τοῦ πλείονος.
Τὸ ἐν χειρσὶ μικρὸν τοῦ ἐλπιζομένου
μείζονος κρεῖσσον.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |