<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 30 = Perry 85

Μῦθος ὁ τῆς συὸς ἑκάστῳ διδοὺς τὰ οἰκεῖα μαθεῖν.
Ἐξ ἀγροῦ τις ἤγρευσε σῦν, αἶγα καὶ πρόβατον: ὄνος δὲ πάντα ἦγεν εἰς ἄστυ: καὶ τὰ μὲν ἄλλα καθῆστο σιγῇ, μόνη δὲ ἡ ὗς μεγέθει βοῆς παρηνώχλει τὸν ἄγοντα. καὶ ὃς πρὸς αὐτήν: << τί δῆτα - ἔφη - κομιδὴν ἥσυχον ἅμα τοῖς ἄλλοις οὐκ ἄγει; >> << ὅτι γάλακτος μὲν ἕνεκεν αἴξ, ἐρίων δὲ χάριν ἄγεται πρόβατον, ἐγὼ δὲ σφαγῆς >> προσεῖπεν ἡ ὗς.
Οἶδε τὴν πρόφασιν ἕκαστος τὴν ἰδίαν.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.