<< Home Page | Aphthonius Index

Aesop's Fables: Aphthonius

Aphthonius 23 = Perry 138

Μῦθος ὁ τῶν λαγωῶν τοὺς ἀτυχοῦντας ψυχαγωγῶν.
Θάνατον ἑαυτῶν κατεψηφίζοντο λαγωοὶ καὶ τελευτᾶν μὲν ἐδόκει, τὸ δὲ ὅποι, ζητεῖν ὑπελείπετο. λίμνην δὲ τῷ θανάτῳ προσήκοντα χῶρον ὁρίσαντες, ἔθεον ἅπαντες ὡς παρὰ ταύτην ἀποθανούμενοι. προσιόντων δέ, τὸν κτύπον οὐκ ἤνεγκαν οἱ παρὰ τὰς ὄχθας διατρίβοντες βάτραχοι, τοὺς δὲ τῆς λίμνης μυχοὺς κατελάμβανον: καὶ δὴ πρεσβύτης ἑωρακὼς λαγωός: << λελύσθω - ἔφη - τοῦ θανάτου ἡ ψῆφος: πεφήνασι γὰρ ἡμῶν ἀνανδρότεροι. >>
Ψυχαγωγοῦσι τοὺς ἀτυχήσαντας οἱ μᾶλλον κακοπραγήσαντες.


F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57.