Aesop's Fables: Aphthonius
Aphthonius 21
= Perry 153
Μῦθος ὁ τῶν προβάτων παραινῶν
ἀπατῶσι μὴ πείθεσωαι.
Οἱ λύκοι πρὸς τὰ πρόβατα: <<
τί δὲ ἡμῖν ἄσπονδος ἀεὶ καὶ ἀκήρυκτος
πόλεμος; αἴτιοι δὲ οἱ κάκιστα ἀπολούμενοι
κύνες, οἳ προσιόντας μὲν ἡμᾶς ὑλακτοῦσιν,
οὐδὲν δὲ ἠδικηκότας συγκρούουσιν: ἀλλ'
εἰ τούτους ἐκποδὼν καταστήσετε, σπονδαὶ
ἐθένδε καὶ διαλλαγαὶ καταστήσονται.
>> εἶπον εἰς ἀπάτην, τὰ δὲ ρᾳδίως ὑπήγετο:
καὶ οἱ μὲν κύνες ἐλήλαντο, αὐτὰ δὲ
ἔρημα φυλακῆς διεφθείρετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστεήσῃ
τὸν κίνδυνον.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |