Aesop's Fables: Aphthonius
Aphthonius 12
= Perry 281
Μῦθος ὁ τῶν ἀλεκτρυόνων μετριάζειν
παραινῶν ἐν τοῖς εὐτυχήμασιν.
Ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις,
ὡς νόμος εἶχεν, ἐμάχοντο, καὶ ὁ μὲν
νικηθείς, κλίνῃ ὑποδύς, ἀπεκρύπτετο:
ὁ δὲ νενικηκὼς ἐπί στέγης ἀρθείς, ἀνέκραγε
μέγιστον τὴν νίκην καὶ κατάδηλον ἐξ
ὀργῆς ἐργαζόμενος διετέλει. καὶ δῆτα
καταπτὰς ἀετὸς τοῦτον ἁρπάζει λαβών.
Νίκης ἀσφάλεια μετριότης φρονήματος.
F. Sbordone, Rivista Indo-Greco-Italica, 16 (1932), pp. 47-57. |